[ ] Bith. — Nikaia (Iznik): Cihanköy/Orhangazi — ca. 281 BC
1 εἰ καὶ μεῦ δολιχὸς περιαίνυται ὄστεα τύμβος,
ξεῖνε, τὸ δυσμενέων γ’ οὐχ ὑπέτρεσσα βάρος·
πεζομάχος δ’ ἱππεῖας ἐνὶ προμάχοισιν ἔμεινα
ὁππότε περ Κούρου μαρνάμεθ’ ἐμ πεδίωι·
5 [Θ]ρήϊκα δὲ προπάροιθε βαλὼν ἐνὶ τεύχεσιν ἄνδρα
[κ]αὶ Μυσόν, μεγάλας κάτθανον ἀμφ’ ἀρετᾶς·
τ̣ῶι <τ>ις ἐπαινήσειε θοὸν Βιοήριος υἷα
Βιθυνὸν Μηνᾶν, ἔξοχον ἡγέμονα.
8a                 ἄλλο·
9 [δ]άκρυα μὲν δειλοῖς τις ἰὼν ἐπιτύμβια χ<ε>ύοι
10 [ν]ώνυμον ἐγ νούσων δεξαμένοις θάνατον·
αὐτὰρ ἐμὲ Φρυγίοιο πάρα ῥοόν, ἀμφί τε πάτρης,
ἀμφί τε κυδαλίμων μαρνάμενον τοκέων
εὐκλέα δέξατο γαῖα μετὰ προμάχοισι δαμέντα,
δυσμενέων πολλοὺς πρόσθε δαϊξάμενον·
15 Βιθυνὸν τῶι τις Βιοήριος υἱέα Μηνᾶν
αἰνήσαι με, ἀρετᾶς φέγγος ἀμειψάμενον.
Search Help