[ ] Bith. — Nikaia (Iznik) — 1211 AD
1 ὄναρ τὰ πάντα καὶ σκιὰ κοὐδὲν πλέον·
TO\ GA\R FE/RON T[1A\]1 PRW=T[1A]1 TOU= LAMPROU= GE/NOU[S]
καὶ βασιλικῆς ἐκ φυλῆς κατηγμένον
Κομνηνόβλαστον {η} κλῆμα τῶν ἐκ πορφύρας
5 ἐκ γῆς ἀνίσχο<ν τ>ῆ<λ>ε Σικελοκράτους
κόνις καλύπτει καὶ θαλαμεύει σκότος
καὶ τάφον οἰκεῖ τῆς κατάρας χωρίον
πρίγκηψ Μανουήλ, τ(ῶν) χαρίτ(ων) ἡ βρύσις,
τὸ τριακοστόπεμπτον ἀνύων ἔτος·
10 δεκὰς ἔην, ἑπτὰ δὲ τοῦ Ἰουνίου·
φυτὸν μαραίνει τῆς ἀγαθοβρυσία[ς],
κατὰ δισεπτάριθμον ἰνδί<κ>του κύκλ[ον]
καὶ κατὰ χιλιοστὸν ἑξαπλοῦν ἔτος
προσλαβὸν ἐκτὸ[ς] καὶ χρόνου περιόδ[ους]
15 ἑπτακοσίας ἐννέα πρὸς ταῖς δέκα.
Search Help
Contact Us