[ ] Bith. — Nikaia (Iznik) — 2nd-3rd c. AD
1 [Σε]κοῦνδος ἐσθλὸς χερσὶ κηδευθεὶς πατρὸς
[ἐ]νθάδε κατοικῶ, νέος ὑπάρχων καὶ καλός.
οὐκ ἔστ’ ἐν ἀνθρώποισι πλησμονὴ βίου,
ἀλλ’ ὅταν ἐπέλθῃ τοῦ βίου τὸ λείψανον,
5 δεῖ κατθανεῖν σε· τοῦτο γὰρ Μοιρῶν μίτος
ἐπέκλωσεν ἡμεῖν, πάλι μολεῖν πρὸς Ἄϊδαν.
εἰκοσαετὴς γὰρ ὢν ἐγὼ θνήσκω ταχὺ
καὶ τοῦ πόλου τὸ λαμπρὸν ἡλίου σέλας
λιπὼν εἰς αἴθραν ἀλλαχοῦ στρατεύομαι.
10 Φούλβιος Ἄλφιος τεῦξεν τόδε σῆμα Σεκούνδῳ
τέκνῳ γλυκυτάτῳ· τοῦτο [γὰ]ρ δαίμων πικρὸς
[προ]σέταξεν ἡμεῖν, ἵνα ποιῶ κἂν μὴ θέλω.
[σκυ]λῇ δὲ μηδεὶς ξένος ὑπάρχων τὸν νέκυν·
[τὶς] γὰρ θελήσῃ σῶμά μου σκυλᾶν τέκνου,
15 [δώσ]ει ταμείῳ ἀττικὰς δισχιλίας·
[ἢν δ]ή τις ἆρα γνησίων ἀφ’ αἵματος
[θάπ]τειν θελήσῃ, τοῦτο συγχωρεῖ νόμος.
              χαῖρε.
Search Help
Contact Us