[ ]
Bith. — Nikaia (Iznik) — 2nd-3rd c. AD
1 | [Σε]κοῦνδος ἐσθλὸς χερσὶ κηδευθεὶς πατρὸς |
[ἐ]νθάδε κατοικῶ, νέος ὑπάρχων καὶ καλός. | |
οὐκ ἔστ’ ἐν ἀνθρώποισι πλησμονὴ βίου, | |
ἀλλ’ ὅταν ἐπέλθῃ τοῦ βίου τὸ λείψανον, | |
5 | δεῖ κατθανεῖν σε· τοῦτο γὰρ Μοιρῶν μίτος |
ἐπέκλωσεν ἡμεῖν, πάλι μολεῖν πρὸς Ἄϊδαν. | |
εἰκοσαετὴς γὰρ ὢν ἐγὼ θνήσκω ταχὺ | |
καὶ τοῦ πόλου τὸ λαμπρὸν ἡλίου σέλας | |
λιπὼν εἰς αἴθραν ἀλλαχοῦ στρατεύομαι. | |
10 | Φούλβιος Ἄλφιος τεῦξεν τόδε σῆμα Σεκούνδῳ |
τέκνῳ γλυκυτάτῳ· τοῦτο [γὰ]ρ δαίμων πικρὸς | |
[προ]σέταξεν ἡμεῖν, ἵνα ποιῶ κἂν μὴ θέλω. | |
[σκυ]λῇ δὲ μηδεὶς ξένος ὑπάρχων τὸν νέκυν· | |
[τὶς] γὰρ θελήσῃ σῶμά μου σκυλᾶν τέκνου, | |
15 | [δώσ]ει ταμείῳ ἀττικὰς δισχιλίας· |
[ἢν δ]ή τις ἆρα γνησίων ἀφ’ αἵματος | |
[θάπ]τειν θελήσῃ, τοῦτο συγχωρεῖ νόμος. | |
χαῖρε. |