[ ] Bith. — Nikaia (Iznik): Karadin Köyü? — 1st-2nd c. AD?
1 πῦρ μὲν σάρκας ἔκαυσε,
τὰ δ’ ὀστέα ἐνθάδ’ ἔνεστιν, /
Ἡδύος ἰατροῦ πολλὴν
γαῖαν κατιδόντος /
5 ὠκεανοῦ τε ῥοὰς
καὶ τέρματα ἠπείροιο /
Εὐρώπης Λιβύης τ̣’
ἠδ’ Ἀσίας μεγάλης· /
καὶ τὰ μὲν οὕ<τ>ω πάντα
10 ταλαιπώρως τετέλεσται, /
τέκνα δὲ οὐκ ἐγένονθ’
Ἡδύος [οὐδ]αμόθι. /
Ἡδὺς πρεσ(βύτερος)
ἐτ(ῶν) νεʹ.
15 Δικαιοσύνη
E)T[1W=N]1 N#.
Search Help
Contact Us