[ ] Bith. — Nikaia (Iznik) — IK Iznik II,1 Add. p.301 — Anth.Pal. 15.4-8
A.1 αὔχησον, Νίκαια, τὸν οὐρανομάκεα τύμβον
  καὶ τὰν ἀελίῳ γείτονα πυραμίδα,
ἃ τὸν ἐνὶ ζωοῖς βεβοαμένον ἱεροφάνταν
  κρύπτει ἀμετρήτῳ σάματι θαπτόμενον·
5 ἔστι Σακέρδωτος τόσον ἠρίον, ἔστι Σεουήρας
  μνᾶμα τόδε, ᾧ γείτων οὐρανός, οὐκ Ἀίδας.
B.6a              (ἄλλο·)
7 οὐράνιον τὸ μνᾶμα καὶ ἁ χρυσήλατος ἀκτὶς
  ἀνδρὸς ἴσον βιότῳ καὶ τάφον εὑραμένου
ἄστροις γειτονέοντα· φέρει δ’ ὅσον οὔτινα τύμβος
10   ἀνέρα, τὸν τελετᾶς οὐρανίδος ζάκορον,
τὸν πάτραν ἐριποῦσαν ἀπὸ χθονὸς ὑψώσαντα,
  τὸν φρενὸς ἢ γλώσσας ἄκρα λαχόντα γέρα·
ᾧ πέρι δηρίσαντο καὶ ἁ νέκυν ἐν πυρὶ θεῖσα
  Ἀτθὶς χά κόλποις ὀστέα δεξαμένα.
C.14a              (ἄλλο·)
15 τοῦτο Σακέρδωτος μεγάλου μέγα σῆμα τέτυκται
  παμφαές, Ἀσκανίης ἄστρον ἐπιχθόνιον,
ἀκτίνων ἀντωπόν· ὁ δ’ ἥσυχος ἔνδοθι δαίμων
  κεῖται, ὁ καὶ πάτρῃ δεξιτερὴν τανύσας
κεκλιμένῃ καὶ στέμμα περὶ κροτάφοισιν ἀνάψας
20   ἱερὸν ἐκ πατρὸς παιδὶ νεαζόμενον,
ὃν πάτρη μὲν ἔδεκτο φίλον νέκυν, ἥγνισε δ’ Ἀτθὶς
  πυρκαϊῇ, σέβεται δ’ Ἑλλὰς ἅπασα πόλις.
D.22a              (ἄλλο·)
23 ἁ πάτρα Νίκαια, πατὴρ δέ μοι ὀργιοφάντας
  οὐρανοῦ, αὐτὰρ ἐγὼ κλαρονόμος τελετᾶς·
25 οὗτος ὁ καὶ σεισθεῖσαν ἐμάν πόλιν ἐξ ἀίδαο
  ῥυσάμενος δώροις Αὐσονίοιο Διός·
θνάσκω δ’ Ἀσκανίας μὲν ἀπόπροθεν ἠδ’ ἐπὶ γαίας
  Ἀτθίδος ἀρχεγόνου πυρκαϊᾶς ἐπέβαν·
μνᾶμα δέ μοι περίσαμον ὁμώνυμος εὕρατο πάππῳ
30   παῖς ἐμός· ἁ δ’ ἀρετὰ λεύσσει ἐς ἀμφοτέρους.
30a              (ἄλλο·)
31 εἷς γάμος ἀμφοτέρων, ξυνὸς βίος, οὐδὲ θανόντες
  λήσμονες ἀλλήλων ἔσχον ἀποικεσίην·
καὶ σεῦ μὲν τελεταί τε καὶ ἄρρενος ἔργα, Σακέρδως,
  κηρύξει βίοτον πάντας ἐς ἠελίους·
35 αὐτὰρ ἐμὲ Σευουῆραν ἀνήρ, τέκος, ἤθεα, κάλλος
  τῆς πρὶν Πηνελόπης θήσει ἀοιδοτέρην.
Search Help