[ ]
Bith. — Kios (Gemlik): Cihanköy — 281 or 190 BC? — IK 10,1 Nikaia 751
1 | εἰ καὶ μεῦ δολιχὸς περιαίνυται ὀστέα τύμβος |
ξεῖνε, τὸ δυσμενέων γ’ οὐχ ὑπέτρεσοα βάρος. | |
πεζομάχος δ’ ἱππεῖας ἐνὶ προμάχοισιν ἔμεινα | |
ὁππότε περ Κούρου μαρνάμεθ’ ἐμ πεδίωι. | |
5 | [Θ]ρήϊκα δὲ προπάροιθε βαλὼν ἐνὶ τεύχεσιν ἄνδρα |
[κ]αὶ Μυσόν, μεγάλας κάτθανον ἀμφ’ ἀρετᾶς· | |
τ̣ῶι <τ>ις ἐπαινήσειε θοὸν Βιοήριος υἷα | |
Βιθυνὸν Μηνᾶν, ἔξοχον ἡγεμόνα. | |
ἄλλο· | |
10 | [δ]άκρυα μὲν δειλοῖς τις ἰὼν ἐπὶ τυμβία χε̣ύοι |
[ν]ώνυμον ἐγ νούσων δεξαμένοις θάνατον· | |
αὐτὰρ ἐμὲ Φρυγίοιο παρὰ ῥοόν, ἀμφί τε πάτρης, | |
ἀμφί τε κυδαλίμων μαρνάμενον τοκέων | |
εὐκλέα δέξατο γαῖα μετὰ προμάχοισι δαμέντα, | |
15 | δυσμενέων πολλοὺς πρόσθε δαϊξάμενον· |
Βιθυνὸν τῶι τις Βιοήριος υἱέα Μηνᾶν | |
αἰνήσαι με, ἀρετᾶς φέγγος ἀμειψάμενον. |