[ ] Bith. — Kios (Gemlik): Cihanköy — 281 or 190 BC? — IK 10,1 Nikaia 751
1 εἰ καὶ μεῦ δολιχὸς περιαίνυται ὀστέα τύμβος
  ξεῖνε, τὸ δυσμενέων γ’ οὐχ ὑπέτρεσοα βάρος.
πεζομάχος δ’ ἱππεῖας ἐνὶ προμάχοισιν ἔμεινα
  ὁππότε περ Κούρου μαρνάμεθ’ ἐμ πεδίωι.
5 [Θ]ρήϊκα δὲ προπάροιθε βαλὼν ἐνὶ τεύχεσιν ἄνδρα
[κ]αὶ Μυσόν, μεγάλας κάτθανον ἀμφ’ ἀρετᾶς·
τ̣ῶι <τ>ις ἐπαινήσειε θοὸν Βιοήριος υἷα
  Βιθυνὸν Μηνᾶν, ἔξοχον ἡγεμόνα.
                 ἄλλο·
10 [δ]άκρυα μὲν δειλοῖς τις ἰὼν ἐπὶ τυμβία χε̣ύοι
[ν]ώνυμον ἐγ νούσων δεξαμένοις θάνατον·
αὐτὰρ ἐμὲ Φρυγίοιο παρὰ ῥοόν, ἀμφί τε πάτρης,
  ἀμφί τε κυδαλίμων μαρνάμενον τοκέων
εὐκλέα δέξατο γαῖα μετὰ προμάχοισι δαμέντα,
15   δυσμενέων πολλοὺς πρόσθε δαϊξάμενον·
Βιθυνὸν τῶι τις Βιοήριος υἱέα Μηνᾶν
  αἰνήσαι με, ἀρετᾶς φέγγος ἀμειψάμενον.
Search Help