[ ] Bith. — Kios (Gemlik)
1 ἐπ’ ὠκυμοίρῳ τ̣οῦ̣τ̣ον Ἀσκληπιοδότῳ
πατὴρ Νόητος χῶσεν εὐερκῆ τάφον,
καὶ ξεστὸν οἰκτρ[ο]ῦ παιδὸς ἀν<φὶ> σήματι
ἔθηκε βωμόν, πενταέτους τε εἰκὼ τέκνου
5 κενὴν ὄνησιν ὀμμάτων χαράξατο,
τὴν πᾶσαν εἰς γῆν ἐλπίδων κρύψας χαράν·
μήτηρ δὲ ἐν οἴκοις, ἁ τάλαινα, ὀδύρεται
νικῶσα θρήνοις πενθίμην ἀηδόνα.
Search Help
Contact Us