[ ]
Bith. — Kios (Gemlik)
1 | ἐπ’ ὠκυμοίρῳ τ̣οῦ̣τ̣ον Ἀσκληπιοδότῳ |
πατὴρ Νόητος χῶσεν εὐερκῆ τάφον, | |
καὶ ξεστὸν οἰκτρ[ο]ῦ παιδὸς ἀν<φὶ> σήματι | |
ἔθηκε βωμόν, πενταέτους τε εἰκὼ τέκνου | |
5 | κενὴν ὄνησιν ὀμμάτων χαράξατο, |
τὴν πᾶσαν εἰς γῆν ἐλπίδων κρύψας χαράν· | |
μήτηρ δὲ ἐν οἴκοις, ἁ τάλαινα, ὀδύρεται | |
νικῶσα θρήνοις πενθίμην ἀηδόνα. |