[ ]
Bith. — Kios (Gemlik) — late Hellenistic-early Rom. Imp. period
1 | ο[ἱ θιασῶται ἐτ]ίμ[ησαν] |
Ἀνουβίωνα Νικοστράτου | |
τριηραρχήσαντα ἱεροπρεπῶς | |
καὶ φιλοδόξως εἰκόσιν γρα- | |
5 | πταῖς τελείαις δυσὶν καὶ |
ἄλληι γραπτῆι. | |
τὸν αὐτὸν Ἀνουβίωνα καὶ φιλα- | |
γαθήσαντα εἰκόνι γραπτῆ[ι]. | |
τὸν αὐτὸν Ἀνουβίωνα καὶ ἐπιμη- | |
10 | νιεύσαντα [εἰκό]νι γραπτῆι. |
τὸν αὐτὸν [Ἀ]ν[ου]βίωνα ἐγδεξάμε- | |
νον [τ]ὰ̣ Χα̣[ρ]μόσυνα τῆς Ἴσιδος | |
ἱε[ρο]πρεπῶς καὶ φιλοδόξως | |
εἰκόσιν γραπταῖς τελείαις | |
15 | δυσὶν καὶ ἄλληι εἰκόνι γραπτῆι |
ἐνόπλωι καὶ τελαμῶνι | |
λιθίνωι | |
[κ]αὶ ἐπικη[ρ]ύγμασιν κατὰ μῆν[α] | |
δι’ ἐνιαυτο[ῦ το]ύ[των τῶν τιμῶν] | |
20 | ἐ[ν τοῖς Ἰσιεί]οι[ς] καὶ ἐν [ταῖς] |
[ἄ]λλα[ις ἑορταῖς τῶ]ν θια[σωτῶν] | |
[κ]αὶ ἐν̣ [ταῖς τεταγ]μέναις [κοι]- | |
ναῖς συνόδοις. |