[ ] Bith. — Apameia-Myrleia (Mudanya) — Elegmoi (Kurşunlu) — 1209 AD
1 ἐνταῦθα κεῖται πορφυρόβλαστος κλάδος
Κομνηνοφυής, ἀρετῶν πασῶν τύπος,
Κοντοστέφανος Ἀνδρόνικος γεννάδας,
καὶ λοῖσθον Ἀντώνιος ἐν μονοτρόποις·
5 Δουκὸς Μεγάλου τοῦ μυριαριστέως
υἱωνός· ἐκσφράγισμα πατρομητρόθεν
μυριονίκων πρὸ γενῶν βασιλέων·
οἱ γοῦν ὁρῶντες τὴν σορὸν τοῦ κειμένου,
εὔχεσθε τούτῳ πρὸς ψυχῆς σωτηρίαν·
10 τὴν δωδεκάτην εὗρεν ἰνδικτιῶνα τέλος,
τὴν εἰκάδα τρίτην τε Φεβρουαρίου,
ἐτῶν τρεχούσης ἑξάκις χιλιάδος
ἑπτακοσίων καὶ δέκα σὺν ἑπτάδι.
Search Help
Contact Us