[ ]
Bith. — Apameia-Myrleia (Mudanya) — Elegmoi (Kurşunlu) — 1209 AD
1 | ἐνταῦθα κεῖται πορφυρόβλαστος κλάδος |
Κομνηνοφυής, ἀρετῶν πασῶν τύπος, | |
Κοντοστέφανος Ἀνδρόνικος γεννάδας, | |
καὶ λοῖσθον Ἀντώνιος ἐν μονοτρόποις· | |
5 | Δουκὸς Μεγάλου τοῦ μυριαριστέως |
υἱωνός· ἐκσφράγισμα πατρομητρόθεν | |
μυριονίκων πρὸ γενῶν βασιλέων· | |
οἱ γοῦν ὁρῶντες τὴν σορὸν τοῦ κειμένου, | |
εὔχεσθε τούτῳ πρὸς ψυχῆς σωτηρίαν· | |
10 | τὴν δωδεκάτην εὗρεν ἰνδικτιῶνα τέλος, |
τὴν εἰκάδα τρίτην τε Φεβρουαρίου, | |
ἐτῶν τρεχούσης ἑξάκις χιλιάδος | |
ἑπτακοσίων καὶ δέκα σὺν ἑπτάδι. |