[ ]
Bith. — Apameia-Myrleia (Mudanya) — Elegmoi (Kurşunlu) — 1209 AD
| 1 | ἐνταῦθα κεῖται πορφυρόβλαστος κλάδος |
| Κομνηνοφυής, ἀρετῶν πασῶν τύπος, | |
| Κοντοστέφανος Ἀνδρόνικος γεννάδας, | |
| καὶ λοῖσθον Ἀντώνιος ἐν μονοτρόποις· | |
| 5 | Δουκὸς Μεγάλου τοῦ μυριαριστέως |
| υἱωνός· ἐκσφράγισμα πατρομητρόθεν | |
| μυριονίκων πρὸ γενῶν βασιλέων· | |
| οἱ γοῦν ὁρῶντες τὴν σορὸν τοῦ κειμένου, | |
| εὔχεσθε τούτῳ πρὸς ψυχῆς σωτηρίαν· | |
| 10 | τὴν δωδεκάτην εὗρεν ἰνδικτιῶνα τέλος, |
| τὴν εἰκάδα τρίτην τε Φεβρουαρίου, | |
| ἐτῶν τρεχούσης ἑξάκις χιλιάδος | |
| ἑπτακοσίων καὶ δέκα σὺν ἑπτάδι. |