[ ] Lyd. — Prov. unkn. [Manisa Mus.] — 2nd/1st c. BC? — EA 18 (1991) 85, 2
1           Τμῶλος Μενεκράτου.
υἷα Μενεκράτεος κατέχει κόνις ἅδε θαν̣[όντα]
  Τμῶλον, ὃς ἐννεέτης ἤλυθεν εἰς Ἀίδα̣,
ἐκπάγλως δείξας ἐρατὴν φύσιν, ἃν ὁ βίαιος
5   δαίμων ἐξ ζωῶν ἥρπασεν αἰφνιδίως,
ματρὶ λιπὼν στυγερὸν λύπας ἄ<χ>ος, ᾇ περὶ παιδὸς̣
  πρωτογόνου πολιὸν γῆρας ἐπετρόχασεν.
Search Help