[ ]
Lyd. — Prov. unkn. [Manisa Mus.] — 2nd/1st c. BC? — EA 18 (1991) 85, 2
1 | Τμῶλος Μενεκράτου. |
υἷα Μενεκράτεος κατέχει κόνις ἅδε θαν̣[όντα] | |
Τμῶλον, ὃς ἐννεέτης ἤλυθεν εἰς Ἀίδα̣, | |
ἐκπάγλως δείξας ἐρατὴν φύσιν, ἃν ὁ βίαιος | |
5 | δαίμων ἐξ ζωῶν ἥρπασεν αἰφνιδίως, |
ματρὶ λιπὼν στυγερὸν λύπας ἄ<χ>ος, ᾇ περὶ παιδὸς̣ | |
πρωτογόνου πολιὸν γῆρας ἐπετρόχασεν. |