[ ] Lyd. — Yiǧitler: Toylu Mevkii — ca. 133-100 BC — EA 18 (1991) 83, 1
See also:
1 Ἀσκληπιάδης Γλαύκου Μυσὸς ἐπόησεν.
Πατροκλείδης Ἀττάλου
Ἀσκληπιάδην τὸν γαμ̣β̣ρ̣ὸ̣ν̣ κα̣[ὶ]
Στρατονίκην τὴν ἀδελ̣φ̣ὴ̣ν̣
5 φιλοστοργίας ἕνεκεν τῆς πρ[ὸς αὐ]-
τούς.   {²vac.}²       χαίρετ[ε]
6a               {²vacat}²
7 οὐ̣ [γ]ήρᾳ [․․․․․] λε̣ί̣π̣ω̣ β̣ίον, ἀλλ’ ὑπὸ νούσου
  ἀρτιθ[αλὴς στυ]γερὸν πορθμὸν ἔβαν νεκύω],
[τὰν γ]ε̣νεὰν εὔδοξος ἐν Ἀσίδι καὶ νόον ἐσθλά,
10   ὦ ξένε, [καὶ κά(?)]λλους πουλὺ λαχοῦσα μ̣[έρος]·
[ο]ὔ̣ν̣ο̣[μά μοι Σ]τρατονίκα, ἀπ’ ἀρτιγόνοιο δὲ Μ̣[— — —]
[τ]ρεῖς ἀ̣[τ]αλὰς ἔλιπον δώμασι θυγατέρας
[—]Δ̣Ι̣Λ̣Ι̣Δ αὐθαίμοιο νέαν φρένα Πατροκλείδα̣,
  τ̣ῶ̣ι̣ στυγερὸν πένθος λείπεθ’ ὑπ’ ἀε[λίωι],
15 [α]ὐ̣τοκασιγνάτωι, τοῦ ἐγὼ πόθου οὐδ’ Ἀίδαο
  λάσομαι ἐν σκοτίοις κεύθεσι κεκλιμέν[α]·
τοὔνεκ’ ἐμᾶς φιλίας μεμναμένος εὔξοον ἔν[θα]
  στάλαν καὶ τύμβον τεῦξεν ἀριπρεπέα.
Search Help
Contact Us