[ ]
Lyd. — Uşak Mus., fr. Lydia / Phrygia — 154/155 AD — SEG 34.1301 — EA 15 (1990) 85, 36
1 | Ἰούνιος καὶ Ἀμμία ἐτείμησεν(!) |
Σωσθένην τὸν ἑαυτῶν ὑὸν | |
μνήμης ἕνεκεν. μητρὸς ἐόν- | |
τα νέον μὲ τὸν ἄθλιον ἥρπα- | |
5 | σε δαίμων / μητρὸς ἀπὸ σ- |
πλάνχνων καὶ πατρό[ς]· ἄστα- | |
τοι / ἐλπίδες εἰσὶ βροτῶν ἰς ἄ- | |
δηλα βλέπουσαι / οὐκέτι | |
γὰρ γενόμην νυνφίος ἀλλὰ | |
10 | νέκυς / πενθαλέους ἔλιπον |
θαλάμους καὶ δάκρυα μητρὶ / | |
δυστήνῳ πάσαις ἐλπίσι | |
ψευσαμέναις. / | |
ἔτ(ους) σλθʹ, μηνὸς πρώτου | |
15 | ζήσας ἔτη εἴκοσι τελευτᾷ. |