[ ] Att. — stoich. 34 — 307/6-304/3
[— — — — — — — — — — — — — — δεδόχθαι τῶ]-
1 [ι δήμωι ἐπ]αινέσαι Ἀσκληπιάδην ․․․8․․․․
[Βυζάντι]ον εὐνοίας ἕνεκα καὶ φιλ[οτιμίας]
[τῆς εἰς τ]οὺς βασιλεῖς καὶ τὸν δῆ[μον τὸν Ἀθ]-
[ηναίων] καὶ τοὺς ἄλλους Ἕλληνας [καὶ στεφα]-
5 [νῶσαι α]ὐτὸν χρυσῶι στεφάνωι ἀπὸ [χιλίων δ]-
[ραχμῶν] καὶ ἀνειπεῖν τὸν στέφανον [Διονυσ]-
[ίων τῶν] μεγάλων τραγωιδῶν τῶι ἀγῶν[ι. εἶνα]-
[ι δὲ αὐτ]ῶι καὶ προεδρίαν ἐν ἅπασ[ι τ]ο[ῖς ἀγῶ]-
[σι οἷς ἡ] πόλις τίθησι. ὅπως <δ’> ἂν εἰδῶ[σι ἅπαντ]-
10 [ες ὅτι] ὁ δῆμος ὁ Ἀθηναίων μέμνηται κα[ὶ χάρι]-
[ν ἀποδ]ίδωσιν ὑφ’ ὧν ἂν εὖ πάθει καὶ τιμ[ᾶι ἐν]
[παντὶ] κ[αι]ρῶι ἀξίως τῶν εὐεργεσιῶν, στῆσ[α]-
[ι τὸν δ]ῆμον εἰκόνα χαλκῆν ἐν Βυζαντίωι Ἀσ-
[κληπι]άδου ἀπὸ τρισχιλίων δραχμῶν καὶ στ-
15 [εφανῶ]σαι αὐτὸν χρυσῶι στεφάνωι ἀπὸ χιλ[ί]-
[ων δρα]χμῶν· ὅπως δ’ ἂν ὅ τε στέφανος ἀναγορε-
[υθεῖ] ἐν Βυζαντίωι καὶ ἡ εἰκὼν σταθεῖ ἡ Ἀσκ-
[ληπι]άδου χειροτονῆσαι τὸν δῆμον τρεῖς ἄ-
[δνρα]ς ἐξ Ἀθηναίων ἁπάντων, οἵτινες ἀφικό-
20 [μενοι] εἰς Βυζάντιον ἀξιώσουσιν τὸν δῆμο-
[ν τὸν Βυ]ζαντίων ψηφίσασθαι τὸν στέφανον
[ἀναγορε]ῦσαι ἐν τῶι θεάτρωι Διονυσίων [τῶ]-
[ι ἀγῶνι κ]αὶ τὴν εἰκόνα στῆσαι τὴν Ἀσκλη[πι]-
[άδου ἐν τ]εῖ ἀγορᾶι ἣν ὁ δῆμος ὁ Ἀθηναίων ․․
25 [․․6․․․ε]ν αὐτοῦ καὶ διδάσκειν αὐτοὺς [ὅτι]
[ταῦτα πρ]άττοντες χαριοῦνται τῶι [δήμωι, τ]-
[ῆς δὲ ποι]ήσεως τοῦ στεφάνου καὶ τ[ῆς εἰκόν]-
[ος ἐπιμε]λη[θ]ῆναι τὸν ἐπὶ τεῖ διο[ικήσει με]-
[τὰ τῶν αἱ]ρεθέντων πρέσβεων· δο[ῦναι δ’ ἑκάσ]-
30 [τωι τῶν α]ἱρεθέντων πρέσβεω[ν ἐφόδιον τὸν]
[ταμίαν τ]οῦ δήμου πεντήκον[τα δραχμὰς ἐκ τ]-
[ῶν εἰς τὰ] κατὰ ψηφίσματα [ἀναλισκομένων τ]-
[ῶι δήμωι]. ἀναγράψαι [δ]ὲ τ[όδε τὸ ψήφισμα τὸν]
[γραμματ]έα τὸν κατ[ὰ πρυτανείαν ἐν στήλει]
35 [λιθίνει] καὶ στῆσ[αι ἐν ἀκροπόλει, εἰς δὲ τὴ]-
[ν ἀναγρα]φὴν τῆς [στήλης δοῦναι τὸν ταμίαν]
[τοῦ δήμο]υ τρι[άκοντα δραχμὰς ἐκ τῶν εἰς τὰ]
[κατὰ ψηφ]ίσμ[ατα ἀναλισκομένων τῶι δήμωι].
            vacat 0.015
Search Help
Contact Us