[ ] Lyd. — Demirci: Örücüler — undated — EA 15 (1990) 66, 27
1 [ἔτους ․․․ʹ], μ[η](νὸς) Ἀπελλαίου δʹ·
[Ἀρτεμ]ί̣δωρος Μόσχου
[ἐτ]είμησεν Γλυκίαν τὴν
[σύ]μβιον· Φλάκκος τὴν μη-
5 [τ]έρα Τειμοκράτης τὴν
[ἀδ]ελφήν· καὶ τὰ θρεπτάρια
μνίας χάριν.
7a         {²vacat}²
8 Μαιονίης θρέμμα, ἄλο-
χος δέ τοι Ἀρτεμιδώρου, /
10 ἡ Φλάκ<κ>ου μήτ̣η̣ρ̣ τύμβ̣ον ἔ-
χω στυ<γ>ερόν. /
11a          {²vacat}²
         {²vacat}²
12          χαῖρε.
Search Help