[ ]
Lyd. — Sardis (Sart) — 213 BC — P. Gauthier, Nouvelles Inscriptions II (1989) 81, 3 — SEG 43.862 (cf.)
[— — — συν]- | |
1 | χωρήσαντες πάντα ἃ διέτε̣[ιν]εν πρὸς ἐπανόρθωσιν καὶ νῦν̣ |
προαιρούμενοι γενέσθαι ὑμᾶς ἐμ βελτίονι διαθέσει πεποήκαμεν τὰ | |
ἐνδεχόμενα· τοῖς τε γὰρ νέοις ἀποτετάχαμεν εἰς ἐλαιοχρίστιον | |
ἀνθ’ ὧν πρότερον ἐλαμβάνετε κατ’ ἐνιαυτὸν ἐλαίου μετρητὰς | |
5 | διακοσίους καὶ εἰς τοῦτο τὸ πλῆθος συνετάξαμεν ἀποτάξαι {²vac.}² |
προσόδους ἀφ’ ὧν ἐξ ὑποκειμένου λήψεσθε εὐτάκτως καὶ εἰς | |
τοὺς κατασταθμευομένους δὲ παρ’ ὑμῖν συνχωροῦμεν λαμβά- | |
νεσθαι ὧν ἔχετε οἰκιῶν ἀντὶ τῶν ἡμισέων τὰ τρίτα μέρη· ἀπολύο- | |
μεν δὲ ὑμᾶς καὶ τοῦ ἐνοικίου οὗ τελεῖτε ἀπὸ τῶν ἐργαστηρίων, εἴ- | |
10 | περ καὶ αἱ ἄλλαι πόλεις μὴ πράσσοντα̣ι· οἰόμεθα δὲ δεῖν καὶ ἐν τοῖς |
ἀγομέ<με>νοις Λαοδικείοις ὑπὸ τῆς πόλεως ὑπάρχειν ὑμῖν ἀτέ- | |
λ̣ε̣ιαν ἐφ’ ἡμέρας τρεῖς κ̣α̣ὶ̣ πε̣ρ̣ὶ̣ π̣ά̣ν̣τ̣ω̣ν̣ γ̣ε̣γ̣ρ̣ά̣φ̣α̣μ̣ε̣ν π[ρὸς] Ζ̣ε̣ῦ̣ξ̣[ιν] | |
— — — |