[ ]
Lyd. — Sardis (Sart) — 213 BC — P. Gauthier, Nouvelles Inscriptions II (1989) 47, 2 — SEG 43.862 (cf.)
A.1 | Ἡρακλείδης Σωκράτου εἶπεν· ἐπ̣ε̣[ιδὴ ․․․․․c.15․․․․․․ τ]ὴν ἐπι- |
στολ[ὴν τ]ὴν γραφεῖσαν παρὰ τῆς βασιλίσσ̣η̣[ς πρός τε τὴ]ν̣ βουλὴ̣ν̣ | |
καὶ τὸν δῆμον ὑπὲρ τῶν τιμῶν τῶν ἐψηφισμένων ὑπὸ τοῦ δήμου τῶι τ[ε] | |
βασιλεῖ καὶ τῆι βασιλίσσηι καὶ τοῖς τέκνοις αὐτῶν ἀναγράψαι εἰς τὴν | |
5 | παραστάδ̣α̣ τοῦ ναοῦ τοῦ ἐν τῶι Μητρώιωι· δεδόχθαι τῆι βουλῆι καὶ τ[ῶι] |
δήμωι ἀναγρ̣ά̣ψαι τὸν ταμίαν· τὸ δὲ ἐσόμενον ἀνήλωμα εἰς ταῦτα δοῦνα[ι] | |
αὐτὸν ἀφ’ ὧν χειρίζει προσόδων Ὀλωίου. | |
B.8 | βασίλισσα Λαοδίκη Σαρδιανῶν τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν· |
Μητρόδωρος καὶ Μητροφάνης καὶ Σοκράτης {²⁶Σωκράτης}²⁶ καὶ Ἡρακλείδης οἱ παρ’ ὑμῶν | |
10 | πρεσβευταὶ ἀπέδωκαν τὸ ψήφισμα καθ’ ὃ τέμενός τε Λαοδίκειον ἀνεῖναι |
ψηφίσαισθε καὶ βωμὸν ἱδρύσασθαι, ἄγειν δὲ καὶ πανήγυριν Λαοδίκεια | |
καθ’ ἕκαστον ἔτος ἐν τῶι Ὑπερβερεταίωι μηνὶ τῆι πεντεκαιδεκάτηι | |
καὶ πονπὴν καὶ θυσίαν συντελεῖν Διὶ Γενεθλίωι ὑπὲρ τῆς τοῦ ἀδελφοῦ | |
ἡμῶν βασιλέως Ἀντιόχου καὶ τῆς ἡμετέρας καὶ τῶν παιδίων {²vac.}² | |
15 | σωτηρίας, καὶ οἱ πρεσβευταὶ δὲ παρεκάλουν ἀκολούθως τοῖς ἐν |
τῶι ψηφίσματι κατακεχωρισμένοις, τάς τε δὴ τιμὰς ἀποδε- | |
[δ]έγμεθα ἡδέως καὶ τὴν τοῦ δήμου προθυμίαν ἐπαινοῦμεν | |
[καὶ πειρασό]μεθα ἀεί τι ἀγαθὸν συνκατασκευάζειν τῆι πό- | |
[λει· ἀπαγγελ]ο̣ῦσι δὲ περὶ τούτων καὶ οἱ πρεσβευταί. {²vac.}² | |
20 | θϟʹ ἔτους, Πανήμου ιʹ |
C.21 | [βασιλεὺς Ἀντίο]χ̣ος Σαρδιανῶν τῆι βουλῆι καὶ τῶι δήμωι χα̣[ί]- |
[ρειν· οἱ παρ’ ὑμῶν πρεσ]βευταὶ Μητροφάνης, Μητρόδωρος, Μο̣σ̣[χίων(?)] | |
[— — — Ἀρ]τ̣εμιδ̣[ω]ρ[․․․c.9․․․]ΝΤ[— — —] | |
— — — |