SEG 39:1278
[ ] Lyd. — Katakekaumene — 160 AD — EA 13 (1989) 45, 4
1 Μεγάλη Μήτηρ, Μηνὸς
τεκοῦσα, Μέγας Μεὶς
Οὐράνιος, Μεὶς Ἀρτεμι-
δώρου Ἀξιοττα κατέ-
5 χων καὶ ἡ δύναμις αὐτοῦ·
ἐπεὶ Πωσφόρος Ἀρτεμᾶ
παιδίον ὢν ἔτων ἓξ ἐ-
πενδύτιον ἐνεδύσε-
το σπίλους ἔχων, ὁ θε-
10 ὸ<ς> ἐπεζήτησεν, καὶ ἦρε
τρίφωνον καὶ ἐστηλ-
λογράφησεν τὰς δυ-
νάμις τοῦ θεοῦ· ἔτους
σμεʹ, μη(νὸς) Πανήμου βιʹ.
Search Help
Contact Us