[ ]
Lyd. — Manisa Mus., fr. NE Lydia — 235/236 AD — EA 12 (1988) 151, 5 — EA 13 (1989) 37-40
See also:
1 | ἔτους τκʹ, μη(νὸς) Πανήμου βιʹ |
κατὰ τὸ ἐφρενωθεὶς ὑπὸ τῶν | |
{²crescent, a pair of eyes}² θεῶν ὑπὸ τοῦ | |
Διὸς κὲ τοῦ <Μηνὸς> μεγάλου Ἀρτεμι- | |
5 | δώρου· ἐκολασόμην τὰ ὄματα τὸν |
Θεόδωρον κατὰ τὰς ἁμαρτίας, ἃς | |
ἐπύησεν· συνεγενόμην τῇ πε- | |
δίσχῃ τ<οῦ> Ἁπλοκόμα, τῇ Τροφίμῃ, τῇ γυ- | |
ναικὶ τῇ Εὐτύχηδος εἰς τὸ πλετώ- | |
10 | ριν· ἀπαίρι τὴν πρώτην ἁμαρτίαν προβά- |
τῳ〚ν〛, πέρδεικι, ἀσφάλακι· δευτέρα | |
ἁμαρτία· ἀλλὰ δοῦλος ὢν τῶν θεῶν τῶν | |
ἐν Νονου συνεγενόμην τῇ Ἀριάγνῃ τῇ | |
μοναυλίᾳ· ’παίρι χύρῳ, θείννῳ ἐχθύει· τῇ | |
15 | τ̣ρίτῃ ἁμαρτίᾳ συνεγενόμην Ἀρεθούσῃ |
μοναυλίᾳ· ’παίρι ὄρνειθει, στρουθῷ, περισ- | |
τερᾷ, κύ(πρῳ) κρειθοπύρων, πρό(χῳ) οἴνου· κύ(προν) πυρῶν | |
καθαρὸς τοῖς εἱεροῖς, πρό(χον) αʹ· ἔσχα παράκλητον | |
τὸν Δείαν· "εἴδαι, κατὰ τὰ πυήματα πεπηρώκιν, | |
20 | νῦν δὲ εἱλαζομένου αὐτοῦ τοὺς θεοὺς κὲ στη- |
λογραφοῦντος ἀνερύσετον τὰς ἁμαρτίας"· | |
ἠρωτημαίνος {²⁶ἠρωτημένος}²⁶ ὑπὸ τῆς συνκλήτου· "εἵλεος εἶ- | |
μαι ἀναστανομένης τῆς στήλλην μου, | |
ᾗ ἡμέρᾳ ὥρισα· ἀνύξαις τὴν φυλακήν, ἐξαφίω | |
25 | τὸν κατάδικον διὰ ἐνιαυτοῦ κὲ μηνῶν ιʹ περι- |
πατούντων" |