[ ] Lyd. — Manisa Mus., fr. NE Lydia — 235/236 AD — EA 12 (1988) 151, 5 — EA 13 (1989) 37-40
See also:
1 ἔτους τκʹ, μη(νὸς) Πανήμου βιʹ
κατὰ τὸ ἐφρενωθεὶς ὑπὸ τῶν
{²crescent, a pair of eyes}² θεῶν ὑπὸ τοῦ
Διὸς κὲ τοῦ <Μηνὸς> μεγάλου Ἀρτεμι-
5 δώρου· ἐκολασόμην τὰ ὄματα τὸν
Θεόδωρον κατὰ τὰς ἁμαρτίας, ἃς
ἐπύησεν· συνεγενόμην τῇ πε-
δίσχῃ τ<οῦ> Ἁπλοκόμα, τῇ Τροφίμῃ, τῇ γυ-
ναικὶ τῇ Εὐτύχηδος εἰς τὸ πλετώ-
10 ριν· ἀπαίρι τὴν πρώτην ἁμαρτίαν προβά-
τῳ〚ν〛, πέρδεικι, ἀσφάλακι· δευτέρα
ἁμαρτία· ἀλλὰ δοῦλος ὢν τῶν θεῶν τῶν
ἐν Νονου συνεγενόμην τῇ Ἀριάγνῃ τῇ
μοναυλίᾳ· ’παίρι χύρῳ, θείννῳ ἐχθύει· τῇ
15 τ̣ρίτῃ ἁμαρτίᾳ συνεγενόμην Ἀρεθούσῃ
μοναυλίᾳ· ’παίρι ὄρνειθει, στρουθῷ, περισ-
τερᾷ, κύ(πρῳ) κρειθοπύρων, πρό(χῳ) οἴνου· κύ(προν) πυρῶν
καθαρὸς τοῖς εἱεροῖς, πρό(χον) αʹ· ἔσχα παράκλητον
τὸν Δείαν· "εἴδαι, κατὰ τὰ πυήματα πεπηρώκιν,
20 νῦν δὲ εἱλαζομένου αὐτοῦ τοὺς θεοὺς κὲ στη-
λογραφοῦντος ἀνερύσετον τὰς ἁμαρτίας"·
ἠρωτημαίνος {²⁶ἠρωτημένος}²⁶ ὑπὸ τῆς συνκλήτου· "εἵλεος εἶ-
μαι ἀναστανομένης τῆς στήλλην μου,
ἡμέρᾳ ὥρισα· ἀνύξαις τὴν φυλακήν, ἐξαφίω
25 τὸν κατάδικον διὰ ἐνιαυτοῦ κὲ μηνῶν ιʹ περι-
πατούντων"
Search Help