[ ] Lyd. — Sardis (Sart) — sh. aft. 214/3 BC? — Sardis 7,1 2 — AJPh 108 (1987) 707-725 (F. Piejko)
See also:
[— — — {²e.g.}² κατὰ γὰρ τὸ δίκαιον καθήκει τὰ]
1 [πράγμ]α̣τα, Σε̣λ̣[εύκου μετηλλαχότος, τοῖς μετ’ αὐτὸν βα]-
[σι]λεῦσιν, Ἀντιόχ[ωι καὶ τοῖς ἀπ’ αὐτοῦ διαδεξαμένοις]
[τ]ὴν ἀρχήν, ἧς ἀνε[ί]χον[το διὰ προγόνων(?), καὶ ἠξίωσαν, Δι]-
[κ]α̣ιάρχου συνχωρήσαντ̣ο̣[ς, πρόνοιαν ποιήσασθαι ὅπως]
5 [ἔχ]ωσιν πρὸς αὑτοὺς ὀλβίαν̣ [κ]α̣ὶ ἀ[ρχαίαν ἤδη εὐδαιμο]-
[νί]α[ν], χρησόμ̣[ενοί τ]ε ἐπ’ ἑαυτ̣ο̣ῖς κα[ὶ τοῖς νόμοις οἷς]
[κ]αὶ ἐξ ἀρχῆς ἔχρωντο· καὶ ἐπεὶ ἀπελ̣[ογίσ]α̣ν̣τ[ο ὅτι συνέ]-
[β]η̣ τήν τε πόλιν αὐτῶν ἐνπεπυρ[ῶσθαι καὶ ἄρδην ἐξηρη]-
[μ]ῶ̣σ̣θαι ἐν τῶι πολέμωι καὶ τὰ ἴδια ἀπολωλεκό[τας τῶν]
10 [πολι]τῶν τοὺς πλείστους διαπεφωνηκέ[ναι, διασώιζε]-
[σθαι] δὲ ὀλίους παντάπασιν, καὶ ἠξίωσαν [ἄφεσιν χρη]-
[μά]των ποιήσ[α]σθαι καὶ τῶν φόρων ἀπολῦ[σαι καὶ πάλιν]
[ἐ]ποικίσαι τὸν τόπο[ν] συνεχώρησεν αὐ[τοῖς ὁ —c.5-7—]-
[δ]ωρος ἕως μὲν ἐτῶν ἑπτὰ μηθὲν αὐ̣[τοὺς τούτων διορ]-
15 [θοῦ]σθαι εἰς τὸ βασιλικόν, ἀλλὰ ἀπολε[λύσθαι πάντων,]
[ἀ]πὸ δὲ τοῦ ὀγδόου ἔτους διδόναι τρεῖ̣[ς ἀναφορὰς ἀ]-
[πὸ] πασῶν τῶν γινομένων προσόδων πα[ρ’ αὐτοῖς κατ’]
ἐνιαυτὸν ἀργυ[ρ]ίου μνᾶς εἴκοσι καὶ ἄλλ[ως μὴ παρεν]-
οχλεῖσθαι· εἶναι δὲ αὐτοὺς ἀ[φ]ρουρήτ[ους καθὼς καὶ τὸ]
20 [πρ]ότερον ἦσαν· εἶναι δὲ αὐτοὺς καὶ ἀν[επισταθμεύ]-
τους καὶ ἀλητου[ρ]γήτους· ἀπολελύ[σθαι δὲ αὐτοὺς καὶ]
[τῶν λοιπῶν ἁπάντων καὶ τοὺς φόρους τοὺς ἐπιβάλλον]-
τας αὐτ̣[ο]ῖ̣ς [ἐκ τῶν γεν]ημάτων κατ̣’ ὅλ[ου μή τελεῖν εἰς]
[τὸ] βασιλικ[όν· ἐὰν μέρος] τ[ι τ]ῶν [ἐπιβαλλόντων κατ’ ἐνι]-
25 αυτὸν βού[λωνται ἐπισχήσεσθαι(?) ὥστε μηκέτι προσο]-
[φείλειν] αὐτ[ο]ὺς̣ ὑπ[ὲρ τούτων τοὺς τόκους(?) μήτ’ ὑπὲρ ἄλ]-
[λων πραγ]μάτ̣[ων — — —]
Search Help
Contact Us