[ ] Lyd. — Katakekaumene — ca. 150-250 AD — GRBS 28 (1987) 459-472
1 Μηνὶ Ἀρτεμιδώρου Ἀξιοτηνῷ
1a {²vacat of three lines}²
2 Συντύχη Θεογένου· εὑρόντος αὐ-
τῆς Θεογένου τοῦ ἀνδρὸς λιθάριον ὑα-
κίνθιον, εἶτα κειμένου αὐτοῦ ἐν τῇ οἰκίᾳ
5 αὐτῆς ἐκλάπη τὸ λιθάριον, καὶ ζητούσης
αὐτῆς καὶ βασανιζομένης ἐπεύξατο
μηνὶ Ἀξιοττηνῷ περὶ αὐτοῦ ἵνα αὐτὴν
ἱκανοποήσι, καὶ εὑρέθη κατακεκαυμένον
καὶ ἠφανισμένον, ἐνδεμένον ἐν λινου-
10 δίῳ ὑπὸ τοῦ κλέπτου τεθειμένον ἐπὶ
τὸν τόπον, οὗ ἔκειτο ὁλόκληρον· οὕτως
τε ἐπιφανεὶς ὁ θεὸς ἐν μιᾷ καὶ τριακοσ-
τῇ τὴν κλέψασα<ν> καὶ τοῦτο πυήσασα<ν> Ἀπφίαν
Γλύκωνος οὖσαν παρθένον διέρηξε·
15 περι<σ>υρούσης τε αὐτῆς τὴν δύναμιν τοῦ
θεοῦ διὰ τὸ ἠρωτῆσθαι ὑπὸ τῆς μητρὸς
τῆς παρθένου, ἵνα σειγήσι, καὶ ὁ θεὸς τοῦ-
το ἐνεμέσησε, ὅτι οὐκ ἐξεφάντευ-
σε οὐδὲ ὕψωσε τὸν θεὸν ἡ Συντύχη· διό-
20 τ̣ι̣ ἐποίησεν αὐτὴν ἐπὶ τέκνου Ἡρακλεί-
δου ἐτῶν ιγʹ νέμεσιν ἐπὶ τὸν τόπον αὐτοῦ
στῆσαι, ὅτι τὸ τῶν ἀ̣ν̣θρώπων μᾶλλον ἐπό-
ησεν ἢ τοῦ θεοῦ. v Συ̣ν̣τύχ̣η Ἀπολλωνίου
θυγάτηρ καὶ Μελτίνης ἡ προγεγραφοῦ-
25 σα τὴν νέμεσιν.
Search Help
Contact Us