[ ]
Lyd. — Katakekaumene — ca. 150-250 AD — GRBS 28 (1987) 459-472
1 | Μηνὶ Ἀρτεμιδώρου Ἀξιοτηνῷ |
1a | {²vacat of three lines}² |
2 | Συντύχη Θεογένου· εὑρόντος αὐ- |
τῆς Θεογένου τοῦ ἀνδρὸς λιθάριον ὑα- | |
κίνθιον, εἶτα κειμένου αὐτοῦ ἐν τῇ οἰκίᾳ | |
5 | αὐτῆς ἐκλάπη τὸ λιθάριον, καὶ ζητούσης |
αὐτῆς καὶ βασανιζομένης ἐπεύξατο | |
μηνὶ Ἀξιοττηνῷ περὶ αὐτοῦ ἵνα αὐτὴν | |
ἱκανοποήσι, καὶ εὑρέθη κατακεκαυμένον | |
καὶ ἠφανισμένον, ἐνδεμένον ἐν λινου- | |
10 | δίῳ ὑπὸ τοῦ κλέπτου τεθειμένον ἐπὶ |
τὸν τόπον, οὗ ἔκειτο ὁλόκληρον· οὕτως | |
τε ἐπιφανεὶς ὁ θεὸς ἐν μιᾷ καὶ τριακοσ- | |
τῇ τὴν κλέψασα<ν> καὶ τοῦτο πυήσασα<ν> Ἀπφίαν | |
Γλύκωνος οὖσαν παρθένον διέρηξε· | |
15 | περι<σ>υρούσης τε αὐτῆς τὴν δύναμιν τοῦ |
θεοῦ διὰ τὸ ἠρωτῆσθαι ὑπὸ τῆς μητρὸς | |
τῆς παρθένου, ἵνα σειγήσι, καὶ ὁ θεὸς τοῦ- | |
το ἐνεμέσησε, ὅτι οὐκ ἐξεφάντευ- | |
σε οὐδὲ ὕψωσε τὸν θεὸν ἡ Συντύχη· διό- | |
20 | τ̣ι̣ ἐποίησεν αὐτὴν ἐπὶ τέκνου Ἡρακλεί- |
δου ἐτῶν ιγʹ νέμεσιν ἐπὶ τὸν τόπον αὐτοῦ | |
στῆσαι, ὅτι τὸ τῶν ἀ̣ν̣θρώπων μᾶλλον ἐπό- | |
ησεν ἢ τοῦ θεοῦ. v Συ̣ν̣τύχ̣η Ἀπολλωνίου | |
θυγάτηρ καὶ Μελτίνης ἡ προγεγραφοῦ- | |
25 | σα τὴν νέμεσιν. |