[ ]
Lyd. — Katakekaumene — ca. 150-250 AD — GRBS 28 (1987) 459-472
| 1 | Μηνὶ Ἀρτεμιδώρου Ἀξιοτηνῷ |
| 1a | {²vacat of three lines}² |
| 2 | Συντύχη Θεογένου· εὑρόντος αὐ- |
| τῆς Θεογένου τοῦ ἀνδρὸς λιθάριον ὑα- | |
| κίνθιον, εἶτα κειμένου αὐτοῦ ἐν τῇ οἰκίᾳ | |
| 5 | αὐτῆς ἐκλάπη τὸ λιθάριον, καὶ ζητούσης |
| αὐτῆς καὶ βασανιζομένης ἐπεύξατο | |
| μηνὶ Ἀξιοττηνῷ περὶ αὐτοῦ ἵνα αὐτὴν | |
| ἱκανοποήσι, καὶ εὑρέθη κατακεκαυμένον | |
| καὶ ἠφανισμένον, ἐνδεμένον ἐν λινου- | |
| 10 | δίῳ ὑπὸ τοῦ κλέπτου τεθειμένον ἐπὶ |
| τὸν τόπον, οὗ ἔκειτο ὁλόκληρον· οὕτως | |
| τε ἐπιφανεὶς ὁ θεὸς ἐν μιᾷ καὶ τριακοσ- | |
| τῇ τὴν κλέψασα<ν> καὶ τοῦτο πυήσασα<ν> Ἀπφίαν | |
| Γλύκωνος οὖσαν παρθένον διέρηξε· | |
| 15 | περι<σ>υρούσης τε αὐτῆς τὴν δύναμιν τοῦ |
| θεοῦ διὰ τὸ ἠρωτῆσθαι ὑπὸ τῆς μητρὸς | |
| τῆς παρθένου, ἵνα σειγήσι, καὶ ὁ θεὸς τοῦ- | |
| το ἐνεμέσησε, ὅτι οὐκ ἐξεφάντευ- | |
| σε οὐδὲ ὕψωσε τὸν θεὸν ἡ Συντύχη· διό- | |
| 20 | τ̣ι̣ ἐποίησεν αὐτὴν ἐπὶ τέκνου Ἡρακλεί- |
| δου ἐτῶν ιγʹ νέμεσιν ἐπὶ τὸν τόπον αὐτοῦ | |
| στῆσαι, ὅτι τὸ τῶν ἀ̣ν̣θρώπων μᾶλλον ἐπό- | |
| ησεν ἢ τοῦ θεοῦ. v Συ̣ν̣τύχ̣η Ἀπολλωνίου | |
| θυγάτηρ καὶ Μελτίνης ἡ προγεγραφοῦ- | |
| 25 | σα τὴν νέμεσιν. |