[ ]
Lyd. — Katakekaumene — 166 AD — Sotheby's Cat., 18 May 1987 no. 349
1 | ἔτους σναʹ, μη(νὸς) Πανήμου βιʹ · χάριν [ἔ]- |
δωκαν οἱ θεοὶ Εὐδόξῳ ἵνα μὴ λυομ̣[έ]- | |
νων ὅρκων τῆς Ταρσηνῆς λύει Εὔδ̣ο- | |
ξος ὑπὲρ τῆς ἰδίας γυναικός · ἐπεὶ | |
5 | ὤμοσεν Σάρδιον καὶ παρώρησεν(?) διὰ τοῦ- |
το μήπω οὖσα ἐνήλιξ {οὖσα}, δαπανή- | |
σας ὁ Εὔδοξος ἐννέα ὀβολοὺς ἔλυ- | |
σε τοὺς ὅρκους καὶ ἐστηλλογ̣ράφησε̣ | |
καὶ εὐχαριστεῖ· ἵνα λύονται οἱ ὅρκοι τῷ | |
10 | ὀνόματι τοῦ Ἀξ̣ιοττηνοῦ, ὥστε ὁ |
λύων ὅρκους δαπανήσει δηνάρια ἑ- | |
κατὸν ἑβδομήκοντα πέντε· τειμὴ- | |
ν δὲ λήμψεται ἀφ’ αὐτῶν ἣν ἂν ἐ- | |
περωτήσι̣ εἰ ταῦτα δικαίως γ{ι}εγρ- | |
15 | αμμένα {²⁶γεγραμμένα}²⁶ εἰσί, ἵν’ ἀνέσστησε τὴ̣[ν] |
στήλλην· ὁ λύ̣ων σκῆππτρον θήσ- | |
ει ἐπὶ τὸ ἱερὸν δηνάρια ἑκατὸν ἑβδο- | |
μήκοντα πέντε καὶ λέλυται τὸ σκῆπ(τρον)(?) | |
δ̣ικαίως̣ ΕΙΕ̣ΡΟΛΥΣΙΝΑΙ λελυμέν<ο>υς | |
20 | τοὺς θεοὺς κατὰ ὡς ἐπέκρεινα[ν(?)] |
[α]ὐ̣τό̣ν. |