[ ]
Lyd. — Sardis (Sart) — 4th-6th c. AD — SEG 26.1317 — The Bath-Gymnasium Complex at Sardis (1986) 171, 7
1 | οἱ κρήνης ποτ’ ὕπερθε μέσην κατ’ ἄγυιαν ὁδοῖο |
πᾶσι παρερχομένοισιν ὁρώμενοι εἰσὶ δράκοντες | |
οὗτοι χαλκείησιν ἑλισσόμενοι φολίδεσσιν | |
οὓς Βασιλίσκος ἔθηκε δικασπόλος ἔνθα κομίσσας | |
5 | χρυσῷ ἐρευθομένους ὑπὸ δε<ι>ράδα μέχρι καρήνων |
νέρθεν ἄνω πέμποντας ἐπὶ στόμα χεύματα πηγῆς. |