[ ] Lyd. — Sardis (Sart) — 4th-6th c. AD — SEG 26.1317 — The Bath-Gymnasium Complex at Sardis (1986) 171, 7
1    οἱ κρήνης ποτ’ ὕπερθε μέσην κατ’ ἄγυιαν ὁδοῖο
   πᾶσι παρερχομένοισιν ὁρώμενοι εἰσὶ δράκοντες
   οὗτοι χαλκείησιν ἑλισσόμενοι φολίδεσσιν
   οὓς Βασιλίσκος ἔθηκε δικασπόλος ἔνθα κομίσσας
5    χρυσῷ ἐρευθομένους ὑπὸ δε<ι>ράδα μέχρι καρήνων
νέρθεν ἄνω πέμποντας ἐπὶ στόμα χεύματα πηγῆς.
Search Help
Contact Us