[ ]
Lyd. — Sardis (Sart) — 4th-6th c. AD — SEG 26.1317 — The Bath-Gymnasium Complex at Sardis (1986) 171, 7
| 1 | οἱ κρήνης ποτ’ ὕπερθε μέσην κατ’ ἄγυιαν ὁδοῖο |
| πᾶσι παρερχομένοισιν ὁρώμενοι εἰσὶ δράκοντες | |
| οὗτοι χαλκείησιν ἑλισσόμενοι φολίδεσσιν | |
| οὓς Βασιλίσκος ἔθηκε δικασπόλος ἔνθα κομίσσας | |
| 5 | χρυσῷ ἐρευθομένους ὑπὸ δε<ι>ράδα μέχρι καρήνων |
| νέρθεν ἄνω πέμποντας ἐπὶ στόμα χεύματα πηγῆς. |