[ ]
Lyd. — Sardis (Sart) — 213 BC — SEG 33.1025 (cf.) — EA 7 (1986) 74
1 | [․]․ταλ̣[․․]κ̣ειαντιο̣ι̣․[— — —]․․․ |
διορθώσεσθε ἐν ἔτεσιν τρισίν· ἔ̣π̣ε̣ι̣τ̣α̣(?) δὲ καὶ ξύλην | |
εἰς τὸν συνοικισμὸν τῆς πόλεως κόψαι καὶ ἐξαγαγέσθαι | |
ἐκ τῶν ἐν Ταράνζοις ὑλῶν καθ’ ἃν συνκρίνῃ Ζεῦξις· | |
5 | παραλύομεν δὲ καὶ τῆς προσεπιβληθείσης εἰκοστῆς |
ἐπὶ τὴν πολιτικήν· καὶ τὸ γυμνάσιον ὧι πρότερον ἔχρησθε | |
συντετάχαμεν ἀποκαταστῆσαι ὑμῖν· καὶ γεγράφαμεν | |
περὶ πάντων πρὸς Ζεῦξιν καὶ Κτησικλῆν· ὑπὲρ αὐτῶν δὲ | |
τούτων ἀπαγγελοῦσιν ὑμῖν καὶ οἱ περὶ Μητρόδωρον. | |
10 | ἔρρωσθε. {²vac.}² θϟʹ, Ξανδικοῦ εʹ. |