[ ] Lyd. — Sardis (Sart) — 213 BC — SEG 33.1025 (cf.) — EA 7 (1986) 74
1 [․]․ταλ̣[․․]κ̣ειαντιο̣ι̣․[— — —]․․․
διορθώσεσθε ἐν ἔτεσιν τρισίν· ἔ̣π̣ε̣ι̣τ̣α̣(?) δὲ καὶ ξύλην
εἰς τὸν συνοικισμὸν τῆς πόλεως κόψαι καὶ ἐξαγαγέσθαι
ἐκ τῶν ἐν Ταράνζοις ὑλῶν καθ’ ἃν συνκρίνῃ Ζεῦξις·
5 παραλύομεν δὲ καὶ τῆς προσεπιβληθείσης εἰκοστῆς
ἐπὶ τὴν πολιτικήν· καὶ τὸ γυμνάσιον ὧι πρότερον ἔχρησθε
συντετάχαμεν ἀποκαταστῆσαι ὑμῖν· καὶ γεγράφαμεν
περὶ πάντων πρὸς Ζεῦξιν καὶ Κτησικλῆν· ὑπὲρ αὐτῶν δὲ
τούτων ἀπαγγελοῦσιν ὑμῖν καὶ οἱ περὶ Μητρόδωρον.
10      ἔρρωσθε. {²vac.}² θϟʹ, Ξανδικοῦ εʹ.
Search Help
Contact Us