[ ] Lyd. — Saittai (Sidaskale), area of? — 148/149 AD — EA 6 (1985) 57, 2
1 ἔτους σλγʹ, μη(νὸς) Δύστρου εʹ.
1a           {²relief}²
2 Θειογένην κατὰ τύμβος ἔχει γηραιόν, ὁδῖτα,
ἱερέα Λαρμηνῆς, εὐσεβίης κανόνα,
ῥώμῃ δ’ ἡμιθέοις ἐναλίνκιον ἡρώεσσιν,
5 τὸν πάσης ἀρετῆς κῦδος ἐνινκάμενον.
5a             {²vacat}²
6 υἱὸν ἔχει κατὰ γαῖα χυτὴ κλυτὸν Εὐβούλοιο
βαιὸν ὑπουράνιον Μοιρῶν πάρα νῆμα λαχόντα
Ἡφαιστίωνα, φυὴν ἀγαθὸν καὶ εἶδος ἄριστον,
τὸν πᾶς ἔξοχα τείμα ὅμως νέος ἠδὲ παλαιός,
10 νοῦς ὅτι οἷ πολιὸς τό τε μείλιχον ἦν ἐπὶ γλώσσῃ
ἠιθέῳ περ ἐόντι· καταστάξασα δὲ λήθην
παιδὸς ἀφ’ ἡλικίην ὑακίνθινον ὤλεσε Κλωθώ,
πρὶν γένυν ἀνθῆσαι μαλακὴν τρίχα· πᾶς δ’ ἄρα δῆμος
πένθος κοινώσαντο, ἐπεὶ θάνε σεμνὸς ἔφηβος·
15 ἀλλὰ γὰρ εὐσεβέων Κυλλήνιος οὐ τέκνα φωτῶν
ῥάβδῳ ἄγων Ἀχέροντι καταστυγίῳ πορθμεύει,
ἀλλ’ ὅ γ’ ἐς Ἠλύσιον πεδίον τρέπει, ἔνθα τε Πλουτεὺς
ὥρισεν ἡρώεσσιν ἐφέστιον ἀκροδίκοισιν.
Search Help
Contact Us