[ ] Lyd. — Maionia (Menye): Ayazviran — 242/243 AD — EA 5 (1985) 56, 14 — SEG 48.1453 (cf.)
1 ἔτους τκζʹ, μη(νὸς) Ὑπερβερτέ-
ου v γʹ ἀ(πιόντος)· Αὐρ. Προκόπτοντα
καλῶς ζήσοντα καὶ ὑπηρε-
τήσ<α>ντα Τατιανῷ τῷ συντρό-
5 φῳ, ὃς μνημονεύσας ἣν ἔσχεν
εἰς ἑ<α>υτὸν εὔνοιαν τελευτῶν
κατέλιπε αὐτὸν ἐλεύθερον
εὐγενῆ διὰ β̣ινδίκτων, κατέλι-
πεν δὲ καὶ αὐτῷ καὶ ληγᾶτα τὰ ἐν
10 τῇ διαθήκῇ δηλούμενα· ἐτείμησαν
Προκόπτοντα οἱ γονεῖς Ἐπίνει-
κος κὲ Ζηνοδότη, κὲ Πρεῖμα τὸν τεθ-
ραμμένον, κὲ Δαμιανὸς τὸν σύντρο-
φον τοῦ πατρός, κὲ Αὐρ. Ῥωμανὸς ὁ
15 ἀδελφὸς αὐτοῦ κὲ ἡ σύνβιος αὐτοῦ
Τατιας, κὲ τὰ τέ<κ>να τὸν πατέρα Ζηνο-
δότη κὲ Τατιανὸς ὁ κὲ Προκόπτων
κὲ Ἐπίνεικος· Εὐφημία· Ζηνο-
δότη κὲ Σωκράτης τὸν ἀδελφόν,
20 κὲ Ἀλέξαν%⁸⁰δρος ὁ πάτρως αὐτοῦ
        μνείας χάριν.
Search Help