[ ] Lyd. — Saittai (Sidaskale) — Melengeçli Mekvii — 179/180 AD — Trav. et Rech. en Turquie 2 (1984) 28, 2
1 κεῖμαι Ἐάρινος Ἀθηναί-
ου ὁ πᾶσι θεοῖς μεμελη-
μένος, ζήσας ἔτη μʹ καὶ
πᾶσι φίλοις λύπην ἀφῶν
5 ἄσπειστον· ἐτείμησεν
Ἐλπις ἡ ἰδία σύμβιος με-
τὰ Ἐαρείνου τοῦ ὑοῦ καὶ
Ἀλεξάνδρου προγόνου·
ὁμοίως καὶ Ἐαρίνη καὶ Ῥού-
10 φιλλα αἱ ἀδελφαὶ καὶ οἱ θρέ-
ψαντες ἐτείμησαν·
οὐκ ἤμην κ<αὶ> ἐγενόμην,
οὐκ εἰμὶ κ<αὶ> οὐ μέλει μοι·
ἔτους σξδʹ, μη(νὸς) Δαισίου.
Search Help
Contact Us