[ ] Lyd. — Hypaipa (Günlüce-Datbey) — 301 AD — Chiron 10 (1980) 511-526
1 καὶ φιλοθέο̣[ις (δην.) —ʹ]· {²vac.}² ἐριοπ̣[ώλ]α̣ις (δην.) ͵αφʹ· {²vac.}² λινύ̣φοι̣ς (δην.) ͵α[φʹ {²vac.}² — — —]
καὶ ἐτήσια πλ(έθρα) εʹ· ἀμπέλων ὁ ἐπιμελητὴς φυτευέτω [— — — ἐν τῷ]
τῆς πόλεως ἀμπελῶνι, ὅς ἐστιν καὶ αὐτὸς πλέθρων ΕΝ̣[— — —]
τιας ἐπιμελητὴς γενόμενος παραδότω πλήρη τὰ κατα[— — — λαμ]-
5 βάνοντα τῷ διαδόχῳ· τὸν ὄντα ἐν τῷ χωρίῳ κάλαμον ταῖς [— — — ἀμπέ]-
λοις ἀρκοῦντα βούλομαι ἐξ ἴσης τοῖς ἀμπελῶσιν διαιρεῖσθ̣[αι — — — ταῖς]
ἐνφυτευομέναις ἀμπέλοις ἐν τοῖς ἰδίᾳ κατῳκειμένοις πλ[έθροις — — —]
οις κάλαμον φυτεύειν οἷς καὶ τὰς ἀμπέλους φυτεύειν διετ[— — —]
ληνῶν τὴν μὲν πρὸς ἄρκτον εἶναι βούλομαι τοῦ κοινοῦ τ[— — — τὴν δὲ]
10 πρὸς μεσημβρίαν τῶν ϛʹ συστημ<ά>των κατεργασομενω̣[ν — — — ἐπὶ κλή]-
ρῳ κατ’ ἔτος τῶν προεστώτων αὐτῶν, προκλήρου οὐδεν[ὸς — — — ἐξου]-
σίαν προπατῆσαι, ἢ εἰσοίσει ὁ παρὰ ταῦτα ποιήσας τοῖς λ[— — —]
σιν (δην.) μ(ύρι)α· {²vac.}² τοὺς ὄντας πίθους κελεύω ἐξ ἴσου τήν τε πόλιν [καὶ τὰ ϛʹ συστήμα]-
τα νείμασθαι· τὸ βαλανεῖον λούειν μελέτω τοῖς ἐπιμελη[ταῖς — — —]
15 τοὺς κατοίκους· καὶ ἐνεύχομαι 〚καὶ [ἐνεύχομαι]〛 πᾶσιν τοῖς [— — —]
ἐν ταῖς συνόδοις ἐν στήλαις ἐνχαράξαι μου τὴν γνώμη[ν] εὐδήλοις γράμμασιν
καὶ τοῖς ἀρχ(οῦσιν) {²vac.}² καὶ αὐτοὺς ἐνχαράξαι ταῦτα 〚ἐν τῷ ν[αῷ — — —]
〚— — — —〛 καὶ στήλας δὲ ἀναστῆσαι ταῦτα γεγραμμέ[νας]
μίαν μὲν ἐν τῷ Ἡρακλείῳ καὶ μίαν ἐν τῷ Ὀλυμπείῳ γυμνασίοις· ἔτι καὶ τοῦτο
20 πᾶσιν τοῖς ἐπιμελησομένοις βουλευταῖς ἐνεύχομαι, ὥστε μετὰ πάσης εὐνοίας τε
καὶ σ[πουδῆ]ς ἀποδιδόναι τοῖς τε ἐξετάσουσιν τοὺς λόγους τοὺς περὶ τῶν κτημάτων
— — —
Search Help
Contact Us