[ ] Lyd. — Saittai (Sidaskale) — İcikler — undated — ZPE 36 (1979) 191, 49
1 κλῦθι καὶ ἐν νε-
κύεσσι, πάτερ
φίλε, σοὶ τάδε
παῖδες / ∙ δισσοὶ
5 Φλαβιανός τε ἐρα-
τὸς κὲ Πάνφιλος
ἐσθλός, / ∙ ἥ τε
σύνευνος ἔχου-
σα φρεσὶ λύπην
10 ἀμέγαρτον / ∙ σεῖο
κινυρομένη θάνα-
τον θαλεροῦ παρα-
κοίτου / ∙ ἀνδρὸς Ἰο[υ]-
λιανοῦ τὸν πάντες ὅ-
15 μως ἐπόθησαν / ∙ τει-
μῆς μνή<μ>ατ’ ἔθεντο
τάφον κεὐεργέα βω-
      μόν. /
Search Help
Contact Us