[ ] Lyd. — Siklianoi: Furunlu, W. of Bayindir — ZPE 32 (1978) 286
1 τοῦτο τὸ ἡρῶον κατεσκεύασεν
Λούκις Βετρανὸς ἑαυτῷ καὶ φιλτάτῃ γυ-
ναικὶ αὐτοῦ καὶ τοῖς τέκνοις αὐτοῦ
καὶ ἐγγόνοις καὶ τοῖς ἑαυτοῦ θρεμμα-
5 τίοις καὶ Αὐρ. Ἐλπίδι τῇ  ἑαυτοῦ γυ-
ναικί· ἑτέρῳ δὲ οὐδενὶ ἐξὸν ἔσται
πτῶμα θεῖναι ἔξωθεν τοῦ γένους
μου· ἐπεὶ ὁ παρὰ ταῦτα ποιήσας δώ-
σει τῇ Σικλιανῶν κατοικίᾳ (δην.) ͵αʹ·
10 εἰ δέ τις τὴν προγεγραμμένην
Ἐλπίδα κωλύσει ἐνθάδε τε-
θῆναι δώσει τῇ Σικλιανῶν
κατοικίᾳ (δην.) φʹ· εἰ δὲ τις τολμή[σει]
ἐκκόψαι τι τῶν προγεγραμέ-
15 νων {²⁶προγεγραμμένων}²⁶, ὁμοίως δώσει τῇ Σικλια-
νῶν κ[ατοι]κίᾳ (δην.) φʹ.
Search Help
Contact Us