[ ]
Lyd. — Siklianoi: Furunlu, W. of Bayindir — ZPE 32 (1978) 286
1 | τοῦτο τὸ ἡρῶον κατεσκεύασεν |
Λούκις Βετρανὸς ἑαυτῷ καὶ φιλτάτῃ γυ- | |
ναικὶ αὐτοῦ καὶ τοῖς τέκνοις αὐτοῦ | |
καὶ ἐγγόνοις καὶ τοῖς ἑαυτοῦ θρεμμα- | |
5 | τίοις καὶ Αὐρ. Ἐλπίδι τῇ ἑαυτοῦ γυ- |
ναικί· ἑτέρῳ δὲ οὐδενὶ ἐξὸν ἔσται | |
πτῶμα θεῖναι ἔξωθεν τοῦ γένους | |
μου· ἐπεὶ ὁ παρὰ ταῦτα ποιήσας δώ- | |
σει τῇ Σικλιανῶν κατοικίᾳ (δην.) ͵αʹ· | |
10 | εἰ δέ τις τὴν προγεγραμμένην |
Ἐλπίδα κωλύσει ἐνθάδε τε- | |
θῆναι δώσει τῇ Σικλιανῶν | |
κατοικίᾳ (δην.) φʹ· εἰ δὲ τις τολμή[σει] | |
ἐκκόψαι τι τῶν προγεγραμέ- | |
15 | νων {²⁶προγεγραμμένων}²⁶, ὁμοίως δώσει τῇ Σικλια- |
νῶν κ[ατοι]κίᾳ (δην.) φʹ. |