[ ] Lyd. — Sardis (Sart) — 4th-6th c. AD — C. Foss, Byzantine and Turkish Sardis (1976) 114, 17
1 οἱ κρήνης ποτ’ ὕπερθε μέσην κατ’ ἄγυιαν ὁδοῖο
πᾶσι παρερχομένοισιν ὁρώμενοι εἰσὶ δράκοντες
οὗτοι χαλκείησιν ἑλισσόμενοι φολίδεσσιν
οὓς Βασιλίσκος ἔθηκε δικασπόλος ἔνθα κομίσσας
5 χρυρῷ ἐρευθομένους ὑπὸ δε<ι>ράδα μέχρι καρήνων
νέρθεν ἄνω πέμποντας ἐπὶ στόμα χεύματα πηγῆς.
Search Help
Contact Us