[ ] Lyd. — Philadelphia (Alaşehir) — 255 AD — AAWW 93 (1956) 226, 8
See also:
1 — — —Ο̣Ι̣Ε̣Ι̣Α̣Σ̣ ὑμῖν ὁ
[— — — πρε]σβευτὴς ὁ λαμπρότα-
[τος ὑπατικὸς καὶ φίλο]ς̣ ἡμῶν καὶ διαλεχθεὶς πά-
[λιν(?) — — —] ἐ̣π̣ὶ̣ τοῦ ψηφίσματος ἤτει τε
5 — — — ἡ̣μᾶς ἀφεῖναι τὴν πόλιν τῆς ἐπὶ τὰς
[ἀρχιερ]ωσύνας καὶ τὰς τῶν πανηγύρεων ἀρχὰς
[πρ]ὸς τὰς μητροπόλεις συντελείας ὡς ὑπάρξαν
αὐτῇ πρότερον τὸ καὶ ταῖς μητροπόλεσιν αὐταῖς
συναριθμεῖσθαι· δέχεσθε δὴ κοσμίως τὴν χάριν
10 ὡσανεὶ συμψηφισαμένων ὑμεῖν ταῦτα καὶ τῶν
μητροπόλεων οὐχ ὡς ἀφελόμενοί τι αὐτάς· πρέπειε
γὰρ οὕτω καὶ τοὺς διά τι χρηστὸν τυχόντας δωρεᾶς
ἐπιεικεστάτην {χρὴ} τὴν παράλημψιν αὐτῆς καὶ ἀξίαν
τῶν διδομένων ποιεῖσθαι, βλάβης μὲν μηδεμιᾶς
15 μήτε ἐκ ταύτης τῆς δωρεᾶς μήτε ἐξ ἄλλης ἡστι-
νοσοῦν ἑτέρᾳ πόλει συμβαίνειν ὀφειλούσης,
αὐτὸ δὲ τοῦτο οὐχ ὑπολογιουμένων τῶν
μητροπόλεων ἑαυτῶν ζημίαν, εἰ τῆς περὶ
τὰ ῥηθέντα λιτουργίας ἀξίοις οὖσιν ὑμεῖν
20 ἄφεσιν ἔδομεν. {²vac.}² ἐπρέσβευεν
Πόπλιος Αἴλιος Πίγρης ὁ φίλος ἡμῶν.
εὐτυχεῖτε, Φιλαδελφεῖς ἡμέτεροι.
           ἐδόθη
πρὸ ιεʹ καλανδῶν Φεβρουαρίων τοῖς
25 κυρίοις ἡμῶν Οὐαλεριανῷ τὸ γʹ καὶ Γαλλιηνῷ τὸ βʹ
Σεβαστοῖς ὑπάτοις vv ἀπὸ Ἀντιοχείας.
Search Help