[ ] Korinthia — Krommyon
See also:
1 [Φι]λοστράτα βέβηκα πηγὰς εἰς ἐμάς,
[λ]είπουσα δεσμόν, ᾧ φύσις συνεῖχέ με·
ἐπὶ τοῖσ<ι> δέκα γὰρ τέσσαρ’ ἐκπλήσασ’ ἔτη
πέμπτῳ τὸ σῶμα καταλέλοιπα παρθένος,
5 ἄπαις, ἄνυμφος, ἠίθεος· ὅτῳ δ’ ἔρως
ζωῆς ἔνεστιν, ἀφθόνως γηρασκέτω.
Search Help
Contact Us