| 1 | [Φι]λοστράτα βέβηκα πηγὰς εἰς ἐμάς, |
| [λ]είπουσα δεσμόν, ᾧ φύσις συνεῖχέ με· | |
| ἐπὶ τοῖσ<ι> δέκα γὰρ τέσσαρ’ ἐκπλήσασ’ ἔτη | |
| πέμπτῳ τὸ σῶμα καταλέλοιπα παρθένος, | |
| 5 | ἄπαις, ἄνυμφος, ἠίθεος· ὅτῳ δ’ ἔρως |
| ζωῆς ἔνεστιν, ἀφθόνως γηρασκέτω. |
IG IV
196