[ ] Pamph. — Attaleia (Antalya) — 3rd c. AD — L. Robert, Hellenica VIII (1950) 44, 331 — Belleten 22 (1958) 46, 43
1 τὸν καλὸν ὀφθῆναι, τὸν ἀ̣[μήχανον(?)]
ἐν σταδίοισιν, / ὀκτάκι νει[κήσαν]-
τα καλὸν Μείλητον ἀθρεῖτ[ε, / οἷ]-
ον πρὶν θήραις Κινύρου καλὸ[ν]
5 υἱὸν Ἄδωνιν, / ἤ ποτε δισ-
κευθέντα πάϊν καλὸν
ὡς Ὑάκινθον· / νῦν δέ
με πυκτεύσαντα κατή-
γαγε Μοῖρα βιαίως, / καὶ δέ-
10 μας ἐνκατέθηκε φίλῃ
Παμφυλίδι γαίῃ· / σῆμα
δέ μοι τύμβου μνήμης
ἕνεκεν φιλίης τε / στῆ-
σεν ὑπὲρ δόξης χρηστὸς
15 φίλος ἐνθάδ’ Ὀδυσσεύς. /
Search Help
Contact Us