[ ]
Pamph. — Attaleia (Antalya) — 3rd c. AD — L. Robert, Hellenica VIII (1950) 44, 331 — Belleten 22 (1958) 46, 43
1 | τὸν καλὸν ὀφθῆναι, τὸν ἀ̣[μήχανον(?)] |
ἐν σταδίοισιν, / ὀκτάκι νει[κήσαν]- | |
τα καλὸν Μείλητον ἀθρεῖτ[ε, / οἷ]- | |
ον πρὶν θήραις Κινύρου καλὸ[ν] | |
5 | υἱὸν Ἄδωνιν, / ἤ ποτε δισ- |
κευθέντα πάϊν καλὸν | |
ὡς Ὑάκινθον· / νῦν δέ | |
με πυκτεύσαντα κατή- | |
γαγε Μοῖρα βιαίως, / καὶ δέ- | |
10 | μας ἐνκατέθηκε φίλῃ |
Παμφυλίδι γαίῃ· / σῆμα | |
δέ μοι τύμβου μνήμης | |
ἕνεκεν φιλίης τε / στῆ- | |
σεν ὑπὲρ δόξης χρηστὸς | |
15 | φίλος ἐνθάδ’ Ὀδυσσεύς. / |