[ ] Pamph. — Attaleia (Antalya) — 2nd c. AD — Belleten 11 (1947) 101, 19 — Belleten 22 (1958) 36, 26
1 Λ. Γάουιον Λ. Γαουίου Φρόν-
τωνος υ(ἱὸν) Φρόντωνα, πρει-
μοπειλάριον λεγ(εῶνος) γʹ Κυρηνα-
ϊκῆς καὶ στρατοπεδάρ-
5 χην λεγ(εῶνος) ιεʹ Ἀπολλιναρί-
ας πρῶτον καὶ μόνον ἐκ
τῆς πατρίδος, πατέρα Λ.
Γαουίου Αἰλιανοῦ ταμίου καὶ
ἀντιστρατήγου δήμου Ῥωμαί-
10 ων, πάππον Λ. Γαουίου Κλάρου
πλατυσήμου, ἵππῳ δημοσί-
ῳ τετειμημένον ὑπὸ τοῦ Σε-
βαστοῦ καὶ τειμαῖς ἀριστεί-
οις, ἐνχειρισθέντα ὑπὸ θε-
15 οῦ Τραϊανοῦ τρισχειλίους οὐ-
ετρανοὺς λεγεωναρίους ἰς τὸ
κατοικίσαι Κυρήνην, ἐπηνγελμέ-
νον αἰώνιον γυμνασιαρχίαν κα-
τὰ πενταετίαν πρῶτον, ἀρχιε-
20 ρέα πάντων τῶν Σεβαστῶν ἐπὶ
τετραετίαν κα[ὶ] ἀγωνοθέτην ἐ-
κ τῶν ἰδίων σκηνικῶν ἀγώνων
καὶ γυμνικῶν, Λ. Γάουιος Σέ-
λευκος τὸν ἑαυτοῦ πάτρωνα
25 καὶ εὐεργέτην.
Search Help
Contact Us