[ ]
Pamph. — Attaleia (Antalya) — 2nd c. AD — Belleten 11 (1947) 101, 19 — Belleten 22 (1958) 36, 26
1 | Λ. Γάουιον Λ. Γαουίου Φρόν- |
τωνος υ(ἱὸν) Φρόντωνα, πρει- | |
μοπειλάριον λεγ(εῶνος) γʹ Κυρηνα- | |
ϊκῆς καὶ στρατοπεδάρ- | |
5 | χην λεγ(εῶνος) ιεʹ Ἀπολλιναρί- |
ας πρῶτον καὶ μόνον ἐκ | |
τῆς πατρίδος, πατέρα Λ. | |
Γαουίου Αἰλιανοῦ ταμίου καὶ | |
ἀντιστρατήγου δήμου Ῥωμαί- | |
10 | ων, πάππον Λ. Γαουίου Κλάρου |
πλατυσήμου, ἵππῳ δημοσί- | |
ῳ τετειμημένον ὑπὸ τοῦ Σε- | |
βαστοῦ καὶ τειμαῖς ἀριστεί- | |
οις, ἐνχειρισθέντα ὑπὸ θε- | |
15 | οῦ Τραϊανοῦ τρισχειλίους οὐ- |
ετρανοὺς λεγεωναρίους ἰς τὸ | |
κατοικίσαι Κυρήνην, ἐπηνγελμέ- | |
νον αἰώνιον γυμνασιαρχίαν κα- | |
τὰ πενταετίαν πρῶτον, ἀρχιε- | |
20 | ρέα πάντων τῶν Σεβαστῶν ἐπὶ |
τετραετίαν κα[ὶ] ἀγωνοθέτην ἐ- | |
κ τῶν ἰδίων σκηνικῶν ἀγώνων | |
καὶ γυμνικῶν, Λ. Γάουιος Σέ- | |
λευκος τὸν ἑαυτοῦ πάτρωνα | |
25 | καὶ εὐεργέτην. |